Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.83 Joseph. AJ 7.88 (English) >>Joseph. AJ 7.93

7.86εἰσκομίσαντες δὲ τὴν κιβωτὸν τιθέασιν ὑπὸ τὴν σκηνήν, ἣν Δαυίδης ἔπηξεν αὐτῇ, καὶ θυσίας τελείας καὶ εἰρηνικὰς ἀνήνεγκε, καὶ τὸν ὄχλον εἱστίασε πάντα καὶ γυναιξὶ καὶ ἀνδράσι καὶ νηπίοις διαδοὺς κολλυρίδα ἄρτου καὶ ἐσχαρίτην καὶ λάγανον τηγανιστὸν καὶ μερίδα θύματος. καὶ τὸν μὲν λαὸν οὕτως κατευωχήσας ἀπέπεμψεν, αὐτὸς δʼ εἰς τὸν οἶκον τὸν αὑτοῦ παραγίνεται. 7.87

Παραστᾶσα δὲ αὐτῷ Μιχάλη γυνὴ Σαούλου δὲ θυγάτηρ τά τε ἄλλα αὐτῷ κατηύχετο καὶ παρὰ τοῦ θεοῦ γενέσθαι ᾔτει πάνθʼ ὅσα παρασχεῖν αὐτῷ δυνατὸν εὐμενεῖ τυγχάνοντι, καὶ δὴ κατεμέμψατο, ὡς ἀκοσμήσειεν ὀρχούμενος τηλικοῦτος βασιλεὺς καὶ γυμνούμενος ὑπὸ τῆς ὀρχήσεως καὶ ἐν δούλοις καὶ ἐν θεραπαινίσιν. 7.88 δʼ οὐκ αἰδεῖσθαι ταῦτα ποιήσας εἰς τὸ τῷ θεῷ κεχαρισμένον ἔφασκεν, ὃς αὐτὸν καὶ τοῦ πατρὸς αὐτῆς καὶ τῶν ἄλλων ἁπάντων προετίμησε, παίζειν τε καὶ πολλάκις χορεῦσαι μηδένα τοῦ δόξαι ταῖς θεραπαινίσιν αἰσχρὸν καὶ αὐτῇ τὸ γινόμενον ποιησάμενος λόγον. 7.89 Μιχάλη αὕτη Δαυίδῃ μὲν συνοικοῦσα παῖδας οὐκ ἐποιήσατο, γαμηθεῖσα δὲ ὕστερον παρέδωκεν αὐτὴν πατὴρ Σαοῦλος, τότε δὲ ἀποσπάσας αὐτὸς εἶχε, πέντε παῖδας ἔτεκε. καὶ περὶ μὲν τούτων κατὰ χώραν δηλώσομεν. 7.90

Ὁρῶν δʼ βασιλεὺς κατὰ πᾶσαν αὐτῷ τὰ πράγματα σχεδὸν ἡμέραν ἀμείνω γινόμενα ἐκ τῆς τοῦ θεοῦ βουλήσεως ἐνόμιζεν ἐξαμαρτάνειν αὑτὸν, εἰ μένων αὐτὸς ἐν οἴκοις ἐκ κέδρου πεποιημένοις ὑψηλοῖς τε καὶ καλλίστην τὴν ἄλλην κατασκευὴν ἔχουσι περιορᾷ τὴν κιβωτὸν ἐν σκηνῇ κειμένην·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.83 Joseph. AJ 7.88 (English) >>Joseph. AJ 7.93

Powered by PhiloLogic